# Ὁμίλαι 10.19

Clemens Romanus, Ὁμίλαι, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/10.19

Ὁ Θεὸν σέβειν αἰρούμενος πρὸ πάντων εἰδέναι ὀφείλει, τί μόνον τῆς Θεοῦ φύσεως ἴδιόν ἐστιν, ὅ ἄλλῳ προσεῖναι ἀδύνατον, ἵνα εἰς τὸ ἰδίωμα αὐτοῦ ἀποβλέπων καὶ παρ᾽ ἑτέρῳ αὐτὸ μὴ εὑρίσκων, ἑτέρῳ τῳ θεῷ εἶναι μὴ ἀπατηθῇ δοῦναί ποτε. ἔστιν δὲ ἴδιον Θεοῦ, τοῦτον μόνον εἶναι, ὡς πάντων ποιητὴν, οὕτως καὶ κρείττονα. κρείττων ἐστὶν μὲν δυνάμει τοῦ ποιεῖν τοῦ λοιποῦ, πρὸς μέγεθος τὸ ἄπειρον τοῦ περαινομένου πρὸς εἶδος τὸ εὐμορφότατον, πρὸς εὐδαιμονίαν τὸ μακαριώτατον, πρὸς νοῦν τὸ τελειώτατον. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αὐτὸ ἀπαραβλήτως τὴν ὑπεροχὴν ἔχει. ἐπεὶ οὖν, ὡς ἔφην, ἴδιον Θεοῦ τὸ αὐτὸν εἶναι τῶν ὅλων κρείττονα, ὑπ᾽ αὐτοῦ δὲ ὁ πάντα περιέχων γέγονε κόσμος, ἀνάγκη πᾶσα λέγειν, μηδὲν ὑπ᾽ αὐτοῦ γεγονότων αὐτῷ δύνασθαι τὴν ἴσην ἔχειν σύγκρισιν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
