Ancient Greek
Chapter 10
Clemens Romanus, Ὁμίλαι 10.25
Not analysed yet
Εἰ δὲ καὶ ποιεῖν τι ἐδύναντο, οὐκ ἄν αὐτοὺς ὀρθῶς θεοὺς ἐλέγετε, ὁπότε οὐδὲ τὰ στοιχεῖα ὀνομάζειν ἔξεστιν θεούς, δἰ ὧν τὰ ἀγαθὰ χορηγεῖται. ἀλλὰ τὸν μόνον τάξαντα αὐτὰ, πρὸς τὴν ἡμετέραν χρῆσιν ἐκτελεῖν τὰ πάντα, καὶ κελεύσαντα ἀνθρώπῳ ὑπηρετεῖν, μόνον ὀρθῷ λόγῳ Θεὸν ὀνομάζομεν. τῆς εὐεργεσίας ὑμεῖς μὴ αἰσθανόμενοι τὰ ὑμῖν δοῦλα ἀπονεμηθέντα στοιχεῖα καθ᾽ αὑτῶν δεσπόζειν ἀνηγορεύσατε. καὶ τί περὶ στοιχείων δεῖ λέγειν; ὁπότε καὶ ἄψυχα ἀγάλματα πεποιηκότες οὐ μόνον προσκυνεῖτε, ἀλλ᾽ ὡς δοῦλοι κατὰ πάντα αὐτοῖς ὑποτετάχθαι ἀξιοῦτε. διὰ τοῦτο, ἑαυτοὺς δἰ ὧν παρεφρονήσατε, δαίμοσιν ὑποχείριοι γεγόνατε. πλὴν διὰ τῆς εἰς αὐτὸν τὸν Θεὸν ἐπιγνώσεως ἐκ τῶν καλῶν πράξεων δύνασθε δεσπόται γενέσθαι πάλιν, καὶ δαίμοσιν ὡς δούλοις ἐπιτάξαι, καὶ ὡς υἱοὶ Θεοῦ αἰωνίου βασιλείας κληρονόμοι καταστῆναι.