# Ὁμίλαι 10.7

Clemens Romanus, Ὁμίλαι, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/10.7

Ἄρξασθε οὖν ἀποδύεσθαι τῶν κενῶν εἰδώλων τοὺς ἐπιβλαβεῖς φόβους, ὅπως τὴν ἄδικον φύγητε δουλείαν· δεσπόται γὰρ γεγόνασιν ὑμῶν ἐκεῖνοι, οἵ καὶ εἰς δούλους ὑμῖν ἄχρηστοι τυγχάνουσιν. λέγω δὲ περὶ ὕλης τῶν ἀψύχων ἀγαλμάτων τῶν μηδὲ πρὸς τὸ δουλεύειν ὑμῖν χρησιμευόντων. οὔτε γὰρ ἀκούει, οὔτε βλέπει, οὔτε αἰσθάνεται, ἀλλ᾽ οὐδὲ μὲν κινηθῆναι δύναται. εἰ γὰρ βούλεταί τις ὑμῶν οὕτως ὁρᾶν ὡς ὁρᾷ καὶ ἀκούειν ὡς ἀκούει καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι; ἀλλ᾽ ἀπείη τοιαύτῃ λοιδορίᾳ λοιδορεῖν πάνθ᾽ ὁντινοῦν ἄνθρωπον, εἰκόνα περιφέροντα Θεοῦ, εἰ καὶ τὴν ὁμοιότητα ἀπώλεσεν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
