Ancient Greek
Chapter 10
Clemens Romanus, Ὁμίλαι 10.9
Not analysed yet
Ὥ τῶν ταλαιπώρων ἀνθρώπων φρένες, νεκρῶν νεκρότερα δεδιότων· οὐδὲ γὰρ νεκρὰ αὐτὰ λέγειν δύναμαι, τὰ μηδέποτε ζήσαντα, ἐκτὸς εἰ μὴ τάφοι ἀρχαίων ἀνθρώπων εἰσίν. ἐνίοτε γὰρ ἐπιβάς τις ἀγνώστοις τόποις οὐκ οἶδεν, οὕς ὁρᾷ ναούς, πότερόν ποτε νεκρῶν ἀνδρῶν μνήματά ἐστιν, ἢ τῶν λεγομένων θεῶν· πυθόμενος δὲ καὶ ἀκούσας ὅτι θεῶν, προσεκύνησεν οὐκ αἰδεσθείς, ὅτι εἰ μὴ ἐξετάσας μεμαθήκει, διὰ τὸ ἴσον τῆς ὁμοιότητος ὡς νεκροῦ μνημεῖον ἂν παρεληλύθει. πλὴν οὐ χρή με πρὸς τῆς τοιαύτης δεισιδαιμονίας πολλὴν παρέχειν ἀπόδειξιν. ῥᾴδιον γάρ ἐστιν τῷ θέλοντι νοῆσαι, ὅτι οὐδέν ἐστιν, ἐκτὸς εἰ μή τις οὐ βλέπῃ. πλὴν κἄν νῦν ἄκουσον, ὅτι οὐκ ἀκούει, καὶ νόησον, ὅτι οὐ νοεῖ. χεῖρες γὰρ αὐτὸ θανόντος ἀνθρώπου ἐποίησαν. εἰ δὲ ὁ ποιήσας ἐτελεύτησεν, πῶς τὸ ὑπ᾽ αὐτοῦ γεγονὸς οὐ λυθήσεται; τί οὖν θνητοῦ ἔργον προσκυνεῖς, παντελῶς ἀναίσθητον ὄν; ὁπότε οἱ λογισμοὺς ἔχοντες οὐδὲ τὰ ζῶα προσκυνοῦσιν, οὐδὲ στοιχεῖα τὰ ὑπὸ Θεοῦ γεγενημένα κολακεύουσιν, λέγω δὲ οὐρανὸν, ἥλιον, σελήνην, ἀστραπὴν, θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὀρθῶς κρίνοντες μηδὲ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα προσκυνεῖν, ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ πάροχον σέβειν Θεόν. ἐπὶ τούτῳ γὰρ καὶ αὐτὰ χαίρει, ὅτι τὴν τοῦ πεποιηκότος τιμὴν οὐδεὶς αὐτοῖς προσῆψεν.