# Ὁμίλαι 11.11

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.11

Κἂν γὰρ τῇ τοῦ σώματος λύσει τὴν κόλασιν ἐκφύγητε, πῶς τὴν ψυχὴν ὑμῶν ἄφθαρτον οὖσαν διὰ τῆς φθορᾶς φυγεῖν δυνήσεσθε; ἀθάνατος γὰρ ἡ ψυχὴ καὶ τῶν ἀσεβῶν, οἷς ἄμεινον ἦν μὴ ἄφθαρτον αὐτὴν ἔχειν. κολαζομένη γὰρ ὑπὸ τοῦ ἀσβέστου πυρὸς ἀπεράντῳ τιμωρίᾳ, καὶ μὴ θνήσκουσα, ἐπὶ κακῷ τῷ αὑτῆς τέλος λαβεῖν οὐκ ἔχει. ἀλλ᾽ ἴσως ἐρεῖ τις ὑμῶν· φοβεῖς ἡμᾶς Πέτρε. διδάξατε οὖν ἡμᾶς, πῶς σιγῶντες ἐροῦμεν τὰ ὄντα ὡς ἔστιν, ἄλλως γὰρ αὐτὰ ὑμῖν σημαίνειν οὐ δυνάμεθα. ἐάν τε σιγήσωμεν, ἐνεδρεύεσθε ὑπὸ τῶν κακῶν διὰ τὴν ἄγνοιαν, ἐάν τε λαλήσωμεν, ὡς ἐπὶ ψευδεῖ ὑποθέσει φοβοῦντες ὑμᾶς ὑποπτευόμεθα. πῶς οὖν ἐπᾴσωμεν τῷ εἰς τὴν ὑμετέραν κακῷ ἐνδομυχοῦντι καὶ πανούργως ὑποσπείροντι ὑμῖν τὰς Θεῷ ἐχθραινούσας ὑπονοίας προφάσει τῆς πρὸς Θεὸν φιλίας; διαλλάγητε ἑαυτοῖς· ὑπὲρ γὰρ τῆς ὑμῶν σωτηρίας γίνεται ἡ μετὰ εὐποιΐας πρὸς αὐτὸν καταφυγή. ἔχθρα τίς ἐστιν Θεῷ ἐν ὑμῖν ἄλογος ἐπιθυμία, ὑπονοίᾳ γὰρ φρονήσεως τὴν ἄγνοιαν κρατύνει.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
