# Ὁμίλαι 11.12

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.12

Ἄλλοι δὲ λέγουσιν· οὐ πεφρόντικεν ἡμῶν ὁ Θεός. καὶ τοῦτο ψεῦδός ἐστιν. εἰ γὰρ ὄντως οὐκ ἐφρόντιζεν, οὐκ ἂν οὐδὲ τὸν ἥλιον αὑτοῦ ἀνέτελλεν ἐπὶ ἀγαθοὺς καὶ πονηρούς, οὔτε τὸν ὑετὸν αὑτοῦ ἔφερεν ἐπὶ δικαίους καὶ ἀδίκους. ἕτεροι δὲ λέγουσιν· εὐσεβέστεροί ἐσμεν, καὶ αὐτὸν καὶ τὰ ἀγάλματα σέβοντες. οὐκ οἶμαι, εἰ τοῦτο λέγων ἐρεῖ βασιλεῖ· τὴν ἴσην σοι ἀπονέμω τιμήν, οἵαν καὶ τοῖς νεκροῖς καὶ ἐῤῥιμμένῃ κοπρίᾳ· οὐκ οἴομαι εἰ καλῶς ἀπαλλάξει. ἀλλ᾽ ἐρεῖ τις· κοπρίαν λέγεις τὰ σεβάσματα ἡμῶν; ναί φημι. ἄχρηστα γὰρ ὑμῖν αὐτὰ ἐποιήσατε, εἰς τὸ σέβειν καταριθμήσαντες, τῆς οὐσίας αὐτῶν ἴσως εἰς ἄλλο τι, εἰς χρῆσιν κόπρου, εὐχρηστησάσης. νῦν δὲ οὐδὲ εἰς τοῦτο χρησιμεύει, ὅτε μετασχηματίσαντες προσκυνεῖτε. πῶς δὲ εὐσεβέστεροι εἶναί φατε, οἱ πάντων ἀσεβέστατοι, ταύτῃ αὐτῇ τῇ μιᾷ καὶ ἀσυγκρίτῳ ἁμαρτίᾳ ψυχῆς ὄλεθρον ὀφείλοντες τὰ ἀληθῆ, ἐὰν ἐπιμείνητε; ὡς γὰρ εἴ τις υἱὸς πολλὰ εὐεργετούμενος ὑπὸ τοῦ πατρὸς ἑτέρῳ τινὶ τῷ μὴ πατρὶ τὴν ὀφειλομένην τῷ πατρὶ ἀποδῷ τιμήν, πόντως ἀποκληρονόμος γίνεται· ἐπὰν δὲ κατὰ γνώμην τοῦ πατρὸς βιοὺς εὐχαριστῇ ἐπὶ ταῖς εὐεργεσίαις, εὐλόγως κληρονόμος γίνεται.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
