Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.14
Not analysed yet
Ὡ ἀνόητοι. ὑμεῖς τοῦ λεγομένου γίνεσθε δίκαιοι κριταί. εἴπερ γὰρ καὶ ἐχρῆν ἐνταῦθα εἰς εὐφρασίαν σώματος ἑαυτὸν δοῦναι ποίᾳ εὐωχίᾳ, ἄμεινον ἡ ἐν ποταμοῖς καὶ ὕλαις καὶ ἄλσεσιν, ἔνθα εἰλαπίναι καὶ συμπόσια καὶ κατάσκιοι τόποι, ἢ ὅπου ἀπόνοια δαιμόνων ,καὶ χειρῶν τομαὶ, καὶ αἰδοίων ἀποκοπαὶ, καὶ οἶστροι ,καὶ μανίαι, καὶ τριχῶν κόμαι, καὶ κόμποι ,καὶ ἐνθουσιασμοὶ, καὶ ὀλολυγαὶ, καὶ πάντα ἐκεῖνα τὰ μεθ᾽ ὑποκρίσεως εἰς κατάπληξιν τῶν ἀνοήτων γινόμενα, ὅπως τὰς ὑμῶν ὀφειλομένας εὐχὰς καὶ εὐχαριστίας καὶ νεκρῶν νεκροτέροις προςενέγκητε;