# Ὁμίλαι 11.16

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.16

Ἡμῶν δὲ οὐδεὶς τοιοῦτόν τι παθεῖν δύναται, ἀλλ᾽ αὐτοὶ ὑφ᾽ ἡμῶν κολάζονται, ὁπόταν εἴς τινα εἰσιόντες βραδέως ἐξιέναι ἡμᾶς παρακαλοῦσιν. ἀλλ᾽ ἐρεῖ τις· ἴσως τοιούτοις πάθεσιν καὶ θεοσεβῶν τινες ὑποπίπτουσιν. φημὶ ὅτι τοῦτο ἀδύνατον. θεοσεβὴς γὰρ οὗτός ἐστιν, ἐγώ φημι, ὁ ὄντως θεοσεβής, οὐχ ὅς ἂν μόνον λέγηται, ὁ δὲ ὄντως ὤν τοῦ δοθέντος αὑτῷ νόμου ἐκτελεῖ τὰς πράξεις. ἐάν τις ἀσεβήσῃ, εὐσεβὴς οὐκ ἔστιν. ὅνπερ τρόπον ἐὰν ὁ ἀλλόφυλος τὸν νόμον πράξῃ, Ἰουδαῖός ἐστιν, μὴ πράξας δὲ Ἕλλην· ὁ γὰρ Ἰουδαῖος πιστεύων Θεῷ ποιεῖ τὸν νόμον, δι᾽ ἧς πίστεως καὶ τὰ ἄλλα τὰ ὄρεσιν ἐοικότα καὶ βαροῦντα μεθίστησιν πάθη. ὁ δὲ μὴ ποιῶν τὸν νόμον δῆλον ὅτι ἐκ τοῦ μὴ πιστεύειν Θεῷ λιποτακτεῖ, καὶ οὕτως ὡς οὐχὶ Ἰουδαῖος ἁμαρτωλὸς διὰ τὴν ἁμαρτίαν ἐπικρατεῖται ὑπὸ τῶν εἰς τὸ τιμωρεῖν τοὺς ἁμαρτάνοντας καθεστώτων παθῶν. βουλῇ Θεοῦ τῇ ἀπαρχῆς ὁρισθείσῃ δικαίως τοῖς σέβουσιν αὐτὸν παραπτωμάτων χάριν ἡ τιμωρία ἕπεται, ὅ γίνεται, ἵνα ὡς ὀφείλημα διὰ τῆς βασάνου ἀπαιτήσασα τὴν ἁμαρτίαν τοὺς ἐπιστρέψαντας καθαροὺς ἐν τῇ τῶν ὅλων παραστήσῃ κρίσει. ὡς γὰρ τοῖς κακοῖς ἡ ἐνταῦθα τρυφὴ εἰς ζημίαν αἰωνίων ἀγαθῶν γίνεται, οὕτως αἱ τιμωρίαι τοῖς παραπίπτουσιν Ἰουδαίοις πέμπονται εἰς ἔκπραξιν, ἵνα ἐνταῦθα ἀπολαύοντες τὸ παράπτωμα τῆς ἐκεῖ ἀπαλλαγῶσιν αἰωνίας κολάσεως.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
