# Ὁμίλαι 11.21

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.21

Εἴπατε δέ μοι ὑμεῖς, πῶς τοὺς γονεῖς ἀγαπᾶτε; εἰ μὲν ὡς τὸ δίκαιον ἀεὶ σκοποῦντες, συνεύχομαι, εἰ δὲ ὡς ἔτυχεν , οὐκέτι, δύνασθε γὰρ καὶ μικρᾷ προφάσει τούτων γενέσθαι ἐχθροί. εἰ δὲ εἰδότες ἀγαπᾶτε, εἴπατε ἡμῖν, τί ἐστιν γονεῖς. ἐρεῖτε· γένους ἀρχηγέται. διὰ τί οὖν τὸ τῶν ὅλων γένος οὐκ ἠγαπήσατε, εἴπερ δικαίῳ φρονήματι τοῦτο ποιεῖν ἐπανείλεσθε; ἀλλ᾽ ἔτι καὶ νῦν ἐρεῖτε· οὐχ ἑωράκαμεν αὐτόν. διὰ τί οῦν μὴ ζητήσαντες τὰ ἀναίσθητα κολακεύετε; τί δέ; εἰ καὶ δύσκολον ἦν ὑμῖν γνῶναι τί Θεός, τὸ μέντοι τί οὐ Θεός, μὴ εἰδέναι οὐκ ἐδύνασθε, ἵνα λογίσησθε ὅτι Θεός ἐστιν οὐ ξύλον, οὐ λίθος, οὐ χαλκὸς, οὐκ ἄλλο τι ἐκ φθαρτῆς γεγονὸς ὕλης.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
