# Ὁμίλαι 11.22

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.22

Ἦ γὰρ οὐχ ὑπὸ σιδήρου ἐτορνεύθησαν, καὶ ὁ τορνεύσας σίδηρος ὑπὸ πυρὸς ἐμαλάχθη, καὶ τὸ πῦρ αὐτὸ σβέννυται ὑφ᾽ ὕδατος; τὸ δὲ ὕδωρ οὐχ ὑπὸ πνεύματος τὴν κίνησιν ἔχει, καὶ τὸ πνεῦμα ἀπὸ τοῦ τὰ ὅλα πεποιηκότος Θεοῦ τὴν ἀρχὴν τῆς ἐκστάσεως ἔχει; οὕτως γὰρ ὁ προφήτης εἴρηκεν Μωσῆς· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ὅπερ καὶ λέγοντος τοῦ Θεοῦ, τὸ πνεῦμα, ὥσπερ χεὶρ αὐτοῦ τὰ πάντα δημιουργεῖ, φῶς ἀπὸ σκότους χωρίζον, καὶ μετὰ τὸν ἀόρατον οὐρανὸν τὸν φαινόμενον ἐφαπλῶσαν, ἵνα τὰ ἄνω τοῖς τοῦ φωτὸς ἀγγέλοις οἰκηθῇ, τὰ δὲ κάτω ὑπ᾽ ἀνθρώπου ἅμα τοῖς δι᾽ αὐτὸν γενομένοις πᾶσιν διοικηθῇ.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
