Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.23
Not analysed yet
Διὰ γὰρ σὲ τὸν ἄνθρωπον ὁ Θεὸς ἐκέλευσεν τὸ ἐπὶ προσώπου τῆς γῆς ὑποχωρῆσαι ὕδωρ, ἵνα καρποὺς ἡ γῆ σοι προσενέγκαι δυνηθῇ, καὶ τρηδόνας ἐποίησεν, ἵνα σοι παρασχῇ πηγὰς καὶ ποταμῶν ῥεῖθρα φανῇ καὶ ζῶα ἐκβρασθῇ, συνελὼν ἐρῶ, ἵνα πάντα σοι παραστῆναι δυνηθῇ. ἢ γὰρ οὐ διὰ σὲ ἄνεμοι πρὸς καρπῶν ἐπιγονὴν καὶ ὑετοὶ φέρονται καὶ τροπαὶ γίνονται; αὐτίκα γοῦν ἥλιος καὶ σελήνη ἅμα τοῖς ἄλλοις ἄστροις διὰ σὲ τὰς ἀνατολὰς καὶ δύσεις ἐκτελοῦσιν, καὶ ποταμοὶ καὶ λίμναι ἅμα ταῖς θαλάσσαις ὑπηρετοῦσιν. ὅθεν σοι τῷ ἀναισθήτῳ ὥσπερ ἡ μείζων ἐδόθη τιμή, οὕτως ἀχαριστήσαντι ἡ μείζων διὰ πυρὸς κόλασις προητοίμασται, ὅτι γνῶναι οὐκ ἠθέλησας ὅν πρὸ πάντων ἔδει γνῶναι.