# Ὁμίλαι 11.27

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.27

Πρόσελθε οὖν, κἄν δίκαιος ᾖς κἄν ἄδικος. δικαίῳ γὰρ ὄντι σοι μόνον ἔλειπεν τὸ πρὸς σωτηρίαν βαπτισθῆναι, εἰς ἄφεσιν τῶν ἐν ἀγνοίᾳ πεπραγμένων. ἀδίκῳ δ᾽ ὑποκαταλείπεται κατ᾽ ἀναλογίαν τῆς ἀσεβείας ἡ ἐπὶ τὸ βάπτισμα εὐποιΐα. διὸ εἴ τε δίκαιος εἶ, εἴτε ἄδικος, σπεῦσον γεννηθῆναι Θεῷ, ὅτι ἡ ἀναβολὴ κίνδυνον φέρει διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν, τῷ ἐξ ὕδατος γεννῶντί σε πατρὶ διὰ τῆς εὐποιΐας τὴν ὁμοιότητα δείξας. ὡς φιλαληθὴς τὸν ἀληθῆ Θεὸν τιμῶν ὡς πατέρα. τιμὴ δὲ αὐτῷ τὸ ζῆν σε ὡς αὐτὸς δίκαιος ὤν θέλει. δικαίου δὲ θέλημα τὸ μὴ ἀδικεῖν. ἀδικία δέ ἐστιν φονεύειν, μοιχεύειν, μισεῖν, πλεονεκτεῖν, καὶ τὰ τούτοις ὅμοια· τούτων δὲ εἴδη πολλά.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
