# Ὁμίλαι 11.33

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.33

Ὅτι δὲ ὄντως ἐν ἡμέρᾳ κρίσεως ταῖς τῶν πεπλανημένων εὐποιΐαις αἱ τῶν ἀλήθειαν ἐγνωκότων ἰσάζονται πράξεις, αὐτὸς ἡμᾶς ὁ ἀψευδὴς ἐδίδαξεν, εἰπὼν πρὸς μὲν τοὺς ἀμελοῦντας ἐλθεῖν καὶ ἐπακούειν αὐτοῦ βασίλισσα νότου ἐγερθήσεται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε, καὶ οὐ πιστεύετε. πρὸς δὲ τοὺς ἐν τῷ λαῷ μὴ θέλοντας μετανοῆσαι ἐπὶ τῷ κηρύγματι αὐτοῦ εἶπεν· ἄνδρες Νινευῖται ἐγερθήσονται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι ἀκούσαντες μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον ὧδε, καὶ οὐδεὶς πιστεύει. καὶ οὕτως πρὸς πᾶσαν ἀσέβειαν αὐτῶν ἀντιπαραθεὶς τοὺς ἀπὸ τῶν ἐθνῶν πεποιηκότας, εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ μηδὲ τὸ ἴσον καλὸν τοῖς πεπλανημένοις πεποιηκότων, τοὺς ἔχοντας λογισμὸν ἐνουθέτει, μὴ μόνον ὅσα τοῖς ἔθνεσιν τὰ καλὰ ἴσως ποιεῖν, ἀλλὰ τὸ πλεῖον. ὁ δὲ λόγος μοι ἐῤῥύη, πρόφασιν λαβὼν ἐκ τοῦ δεῖν φυλάσσειν τὴν ἄφεδρον, καὶ ἀπὸ κοινωνίας βαπτίζεσθαι, μὴ ἀρνεῖσθαι τὴν τοιαύτην ἁγνείαν, κἄν οἱ πεπλανημένοι αὐτὴν πράττωσιν, ὅτε εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ εἰσὶν οἱ ἐν πλάνῃ ποιοῦντες καλῶς μετὰ τοῦ μὴ σώζεσθαι· ὅτι ἡ τιμὴ τῆς ἁγνείας αὐτῶν ἐστιν διὰ τὴν πλάνην, καὶ οὐ διὰ θρησκείαν τοῦ ὄντως πατρὸς καὶ Θεοῦ τῶν ὅλων.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
