# Ὁμίλαι 11.35

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.35

Τριῶν οὖν μηνῶν πληρωθέντων νηστεῦσαί μοι κελεύσας ἡμερῶν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγάς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει, μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς πρεσβυτέροις ἐπιστρέφων ἐπὶ πάσης τῆς ἐκκλησίας ἐνετείλατο λέγων· ὁ ἀποστείλας ἡμᾶς κύριος ἡμῶν καὶ προφήτης ὑφηγήσατο ἡμῖν, ὡς ὁ πονηρὸς τεσσαράκοντα ἡμέρας διαλεχθεὶς αὐτῷ καὶ μηδὲν δυνηθεὶς πρὸς αὐτόν, ἐκ τῶν αὑτοῦ ἐπηκόων ἐπηγγέλλετο πρὸς ἀπάτην ἀποστόλους πέμψαι. διὸ πρὸ πάντων μέμνησθε ἀπόστολον ἢ διδάσκαλον ἢ προφήτην μὴ πρότερον ἀντιβάλλοντα αὑτοῦ τὸ κήρυγμα Ἰακώβῳ τῷ λεχθέντι ἀδελφῷ τοῦ κυρίου μου καὶ πεπιστευμένῳ ἐν Ἱερουσαλὴμ τὴν Ἑβραίων διέπειν ἐκκλησίαν, καὶ μετὰ μαρτύρων προσεληλυθότα πρὸς ὑμᾶς, ἵνα μὴ ἡ κακία ἡ τῷ κυρίῳ προδιαλεχθεῖσα ἡμέρας τεσσαράκοντα, μηδὲν δυνηθεῖσα, ὕστερον ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ἐπὶ γῆς πεσοῦσα καθ᾽ ὑμῶν ἐκπέμψῃ κήρυκα, ὡς οὖν ἡμῖν τὸν Σίμωνα ὑπέβαλεν προφάσει ἀληθείας ἐπ᾽ ὀνόματι τοῦ κυρίου ὑμῶν κηρύσσοντα, πλάνην τε ἐνσπείροντα ὑποβάλλῃ. οὗ χάριν ὁ ἀποστείλας ἡμᾶς ἔφη· πολλοὶ ἐλεύσονται πρός με ἐν ἐνδύματι προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγινώσκετε αὐτούς.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
