Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.4
Not analysed yet
Θεοῦ τοῦ ἀοράτου ἐστὲ εἰκών. ὅθεν οἱ εὐσεβεῖν βουλόμενοι μὴ τὰ εἴδωλα λεγέτωσαν Θεοῦ εἰκόνα εἶναι, καὶ διὰ τοῦτο δεῖν αὐτὰ σέβειν. εἰκὼν γὰρ Θεοῦ ὁ ἄνθρωπος. ὁ εἰς Θεὸν εὐσεβεῖν θέλων ἄνθρωπον εὐεργετεῖ, ὅτι εἰκόνα Θεοῦ τὸ ἀνθρώπου βαστάζει σῶμα. τὴν δὲ ὁμοιότητα οὐκέτι πάντες, ἀλλ᾽ ἀγαθῆς ψυχῆς ὁ καθαρὸς νοῦς. πλὴν ὡς ἡμεῖς οἴδαμεν τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονότα τοῦ Θεοῦ, εἰς τοῦτον ὑμᾶς εὐσεβεῖν λέγομεν, ἵνα εἰς Θεόν, οὗπέρ ἐστιν εἰκών, ἡ χάρις λογισθῇ. τιμὴν οὖν τῇ τοῦ Θεοῦ εἰκόνι, ὅπερ ἐστὶν ἄνθρωπος, προσφέρειν δεῖ οὕτως, πεινῶντι τροφήν, διψῶντι ποτόν, γυμνητεύοντι ἔνδυμα, νοσοῦντι πρόνοιαν, ξένῳ στέγην, καὶ τῷ ἐν εἱρκτῇ ὄντι ἐπιφαινόμενον βοηθεῖν ὡς δυνατόν ἐστιν. καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πάντα ὅσα ἑαυτῷ τις θέλει καλά, ὡσαύτως ἄλλῳ χρῄζοντι παρεχέτω, καὶ τότε αὐτῷ εἰς τὴν τοῦ Θεοῦ εἰκόνα εὐσεβήσαντι δύναται ἀγαθὸς λογισθῆναι μισθός· ᾧ λόγῳ εἰ καὶ ταῦτα ποιεῖν μὴ ἀναδέξηται, ὡς ἀμελήσας τῆς εἰκόνος κολασθήσεται.