Ancient Greek
Chapter 11
Clemens Romanus, Ὁμίλαι 11.6
Not analysed yet
Τινὲς δὲ λέγουσιν, εἰ μὴ ἤθελεν αὐτὰ εἶναι, οὐκ ἄν ἦν, ἀλλ᾽ ἀνῃρεῖτο ἄν. φημὶ κᾀγώ, τοῦτο πάντως ἔσται, ὅταν τὴν αὑτῶν πρὸς αὐτὸν δείξωσιν προαίρεσιν, καὶ οὕτως ἀλλαγὴ τοῦ νῦν γενήσεται κόσμου. πλὴν εἰ καὶ οὕτως, εἰ θέλετε αὐτὸν ποιῆσαι, ἵνα μηδὲν τῶν προσκυνουμένων ὑπῆρχεν, εἴπατε ἡμῖν, τί τῶν ὄντων οὐκ ἐθρησκεύσατε; οὐχ οἱ μὲν ὑμῶν τὸν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ὕδωρ, οἱ δὲ γῆν, οἱ δὲ τὰ ὄρη, οἱ δὲ φυτὰ, οἱ δὲ τὰ σπέρματα, οἱ δὲ καὶ ἄνθρωπον, ὡς ἐν Αἰγύπτῳ, προσκυνοῦσιν; ἐχρῆν οὖν τὸν Θεὸν μηδὲν ἐάσαι, ἀλλὰ μηδὲ ὑμᾶς, ἵνα μηδὲν ἂν ἦν τὸ προσκυνούμενον, μήτε τὸ προσκυνοῦν. ἀληθῶς τοῦτο βούλεται γενέσθαι ὁ ἐν ὑμῖν δεινὸς ἐνδομυχῶν ὄφις, ὅς οὐ φείδεται ὑμῶν. ἀλλ᾽ οὐχ οὕτως ἔσται. οὐδὲν γὰρ ἁμαρτάνει τὸ προσκυνούμενον βίαν γὰρ πάσχει ὑπὸ τοῦ προσκυνεῖν αὐτὸ θέλοντος. εἰ γὰρ ὑπὸ πάντων ἀνθρώπων ἄδικος γίνεται κρίσις, ἀλλ᾽ οὐχ ὑπὸ Θεοῦ. οὐ γὰρ δίκαιόν ἐστιν τὴν αὐτὴν τιμωρίαν ἀναδέξασθαι τὸν πάσχοντα καὶ τὸν διαθέμενον, ἐκτὸς εἰ μὴ αὐτὸς ἑκὼν ἀναδέξηται τὴν τοῦ μόνου τιμιωτάτου τιμήν.