# Ὁμίλαι 11.8

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.8

Ἀλλὰ τὴν ἀρχὴν ἔδει ποιῆσαι ἡμᾶς μηδ᾽ ὅλως περὶ τοιούτων ἐνθυμεῖσθαι. ταῦτα λέγοντες ἀγνοεῖτε τί ἐστιν τὸ αὐτεξούσιον, καὶ πῶς δυνατόν ἐστιν ἀγαθοὺς τῷ ὄντι εἶναι. ὅτι ὁ ἰδίᾳ προαιρέσει ὤν ἀγαθὸς ὄντως ἀγαθός ἐστιν, ὁ δὲ ὑφ᾽ ἑτέρου ἀνάγκῃ ἀγαθὸς γενόμενος ὄντως οὐκ ἔστιν, ὅτι μὴ ἰδίᾳ προαιρέσει ἐστὶν ὅ ἐστιν. ἐπεὶ οὖν τὸ ἑκάστου ἐλεύθερον ἀποτελεῖ τὸ ὄντως ἀγαθόν, καὶ δεικνύει τὸ ὄντως κακόν, ἐν ἑκάστῳ γενέσθαι ἐχθρὸν ἢ φίλον διὰ τῶν ὑποθέσεων ὁ Θεὸς ἐμηχανήσατο. οὔ φησιν, ἀλλὰ πᾶν ὅ ἐνθυμούμεθα, αὐτὸς ἡμᾶς ποιεῖ νοεῖν. παύσασθε· τί πλεῖον βλασφημεῖτε οἱ τοῦτο λέγοντες; εἰ γὰρ πᾶν ὅ τι ἐνθυμηθῶμεν, ἀπ᾽ αὐτοῦ ἐνεργούμεθα, αὐτὸν αἴτιον λέγετε πορνειῶν , ἀσελγειῶν, πλεονεξιῶν καὶ πάσης βλασφημίας. παύσασθε δυσφημοῦντες, οἱ εὐφημεῖν καὶ πᾶσαν τιμὴν αὐτῷ ἀπονέμειν ὀφείλοντες. καὶ μὴ λέγετε· οὐκ ἐπιδικάζεται ὁ θεὸς τιμῆς. εἰ γὰρ αὐτὸς οὐδενὸς ἐπιδικάζεται, ἀλλ᾽ οὖν γε ὑμᾶς ἐχρῆν εἰς τὸ δίκαιον ἀφορῶντας τὸν ἐν πᾶσιν ὑμᾶς εὐεργετήσαντα εὐχαρίστῳ ἀμείψασθαι φωνῇ.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
