# Ὁμίλαι 11.9

Clemens Romanus, Ὁμίλαι, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/11.9

Ἀλλά φησιν, κρεῖττον ποιοῦμεν, ἅμα αὐτῷ καὶ πᾶσιν εὐχαριστοῦντες. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἴστε τὴν καθ᾽ ὑμῶν ἐπιβουλήν. ὡς γάρ, ὁπόταν ἕνα κάμνοντα πολλοὶ ἰατροὶ θεραπεύειν ἐπαγγέλλωνται μηδὲν δυνάμενοι, εἶς δέ τις ὄντως ἰᾶσθαι δυνάμενος τὴν αὐτοῦ ἀντίδοτον μὴ προσφέρει, λογισάμενος ὅτι, ἄν αὐτὸς θεραπεύσῃ, ἄλλοι ἐπιγράφονται, οὕτω καὶ ὁ Θεὸς μετὰ πολλῶν ἀξιούμενος τῶν μηδὲν δυναμένων, οὐκ εὐεργετεῖ. τί οὖν, φησίν, ὁ Θεὸς ἐπὶ τούτῳ ἀγανακτεῖ, ἐάν γε αὐτοῦ θεραπεύοντος ἄλλος ἐπιγραφῇ; φημί, εἰ καὶ μὴ ἀγανακτεῖ, ἀλλ᾽ οὖν γε οὐ λέγει τῆς ἀπάτης συνεργὸς γενέσθαι. αὐτοῦ γὰρ εὐεργετήσαντος καὶ τὸ μηδὲν ποιῆσαν εἴδωλον ὡς δυνηθὲν πιστοῦται. ἀλλὰ κἀγώ φημί σοι, εἰ μὴ φυσικῶς ἠδίκητο πρὸς ἀναίσθητα ἐπτοημένος, ἴσως ἂν καὶ τοῦτο ὑπομεμενήκει, δι᾽ ὅν ἥψατε ὑπὲρ τῆς σωτηρίας τὰ εὔλογα νοεῖν. ὁ Θεὸς γὰρ ἀνενδεὴς ὤν αὐτὸς οὐδενὸς δεῖται, οὔτε βλάπτεται. ἡμῶν γάρ ἐστιν τὸ ὠφελεῖσθαι ἢ βλάπτεσθαι. ὅνπερ γὰρ τρόπον Καῖσαρ οὔτε βλασφημούμενος βλάπτεται, οὔτε εὐχαριστούμενος ὠφελεῖται, ἀλλὰ τοῦ εὐχαριστοῦντος μὲν γίνεται τὸ ἀκίνδυνον, τοῦ δὲ βλασφημοῦντος ὄλεθρος, οὕτως οἱ Θεὸν εὐφημοῦντες αὐτὸν μὲν οὐδὲν ὠφελοῦσιν, ἑαυτοὺς δὲ σώζουσιν, ὁμοίως καὶ οἱ βλασφημοῦντες αὐτὸν μὲν οὐκ ἀδικοῦσιν, αὐτοὶ δὲ ὀλοθρεύονται.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
