Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.10
Not analysed yet
Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας, καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος, καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν γένηται, ἐμέ τε παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο, ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυφράγιον; καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο, εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον. τῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναξεν· πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐπυνθάνετο, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. πλὴν συγγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στορτῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δήποτε ὑπὸ φροντιστὰς ποιήσας μου καὶ εἰς Ρώμην καταλείψας δωδεκαετῆ, αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐμβάς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκτοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ᾽ αὐτοῦ, οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ ὅτι καὶ αὐτὸς τέθνηκέν που, ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυφραγίῳ περιπεσών. τούτου δὲ δεῖγμα, ὅτι ἤδη λοιπὸν ἔκτοτε εἰκοστὸν ἔτος ἐστίν, ἀφ᾽ ἧς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.