Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.12
Not analysed yet
Ταῦτα τοῦ Πέτρου εἰπόντος εἷς τις τῶν ἐν ἡμῖν τολμήσας ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριαίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον εἰσπλεῦσαι, τριάκοντα οἶμαι οὐδ᾽ ὅλους ἀπέχουσαν σταδίους, ὡς ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖ ἀμπελίνων δύο στύλων μέγιστα ἐχόντων πάχη. ὁ οὖν πειθήνιος Πέτρος συνεχώρησεν εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα πολλοὶ εἰσέρχεσθε εἰς τὴν θεωρίαν ὧν ἐπιθυμεῖτε· οὐ γὰρ βούλομαι στρέμματα γίνεσθαι εἰς ἡμᾶς τῶν πολιτῶν. καὶ οὕτως πλεύσαντες ῥοπῇ ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν ἔνθα οἱ ἀμπέλινοι στύλοι ἦσαν, ὁμῶς ἅμα αὐτοῖς ἄλλος ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.