Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.16
Not analysed yet
Πλὴν ἵνα οὕτως ταῦτα γένηται, ἐπενόησα ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰρηκότος· γύναι, ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις ἐπὶ χρόνον τινά, μέχρις ὅτε μηνύσω ἐπανελθεῖν σε ἐνταῦθα, ἔκβηθι τὴν πόλιν. ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσίν σου τοῖς τέκνοις αἰφνιδίως κακῶς τελευτήσεις. ὁμῶς οὕτως ἐποίησα. ἅμα γὰρ τῷ τὸν ὄνειρον ψεύσασθαί με τῷ ἀνδρί, αὐτὸς περίφοβος γενόμενος μετὰ τῶν ἐμῶν δύο υἱῶν δούλων τε καὶ παιδισκῶν καὶ χρημάτων συχνῶν κατὰ πλοῦν εἰς Ἀθήνας με ἐξέπεμψεν, ἐκπαιδεῦσαι τοὺς υἱούς, μέχρις ἄν, ἔφη, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε πρὸς ἐμέ. ὁμῶς ἅμα τέκνοις ἡ τάλαινα πλέουσα ὑπ᾽ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυφραγίῳ περιέπεσα. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥαπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην, ἐφ᾽ ἧς καθεσθεῖσα ἡ ἀθλία ἐλπίδι τοῦ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸ βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε τὴν ψυχὴν μεμεθυσμένην νην τοῖς κύμασιν ἔχουσα τοῦτο ποιῆσαι ῥᾳδίως ἐδυνάμην.