Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.19
Not analysed yet
Ταῦτα τῆς γυναικὸς εἰπούσης ὑπὸ λογισμῶν πολλῶν ὁ Πέτρος μετέωρος ἐδόκει ἵστασθαι. ἐγὼ δὲ ἐπελθὼν ἔφην· ἐκ πολλοῦ σε περιερχόμενος ζητῶ, καὶ τὰ νῦν τί ποιοῦμεν; ὁ δὲ Πέτρος προσέταξέν μοι προάξαντι μένειν αὐτὸν ἐπὶ τοῦ σκάφους. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν αὐτῷ κελεύσαντι, ἐποίησα τὸ προσταχθέν. ὁ δὲ Πέτρος μικρᾷ τινι ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων τὰ ὀνόματα, καὶ ἤδη δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βίαν πάσχουσα καὶ εἰπεῖν οὐ θέλουσα, τὸ δὲ φάρμακον λαβεῖν ἐπιθυμοῦσα, ἐσοφίσατο ἄλλα ἀντὶ ἄλλων εἰπεῖν· καὶ ὁμῶς ἔφη, αὐτὴν μὲν Ἐφεσίαν εἶναι, τὸν δὲ ἄνδρα Σικελόν, ὁμῶς καὶ τῶν τριῶν τέκνων ἤλλαξεν τὰ ὀνόματα. καὶ ὁ Πέτρος νομίσας αὐτὴν ἀληθεύειν ἔφη· οἴμοι γύναι, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τὴν σήμερον ἄγειν ἡμέραν, ὑποπτεύσας σέ τινα εἶναι, ἣν ἐνόμιζον, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζεν λέγουσα· δέομαι εἰπέ μοι, ἵνα εἰδῶ εἴ ἐστίν τις ἐν γυναιξὶν ἀθλιωτέρα ἐμοῦ.