# Ὁμίλαι 12.2

Clemens Romanus, Ὁμίλαι, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/12.2

Οἶδα δὲ ὅτι ἀθυμεῖτε, τοῦτο ποιεῖν ἀκηκοότες, ἀπολιπόμενοί μου διάστημα οὐδ᾽ ὅλων ἡμερῶν δύο. εἰδέναι οὖν ὑμᾶς θέλω, ὅτι πολλαπλάσιον ἀγαπῶμεν ἡμεῖς οἱ πείσαντες ὑμᾶς τοὺς πεισθέντας, ἢ, εἴπερ, ὑμεῖς ἡμᾶς τοὺς πεπεικότας. ἀλλήλους οὖν στέργοντες, τῷ μὴ ἀλόγως ποιεῖν ἅ θέλωμεν τῆς ἀσφαλείας ὅσον τὸ ἐφ᾽ ἡμῖν φροντίζωμεν. πρὸς τούτοις δὲ οὐδεμιᾶς ἡμέρας διαλεγομένου μου ἀπολιμπάνεσθε. εἰς γὰρ τὰς ἐπισημοτέρας τῶν ἐπαρχιῶν πόλεις προῄρημαι, ὡς ἴστε καὶ ὑμεῖς, ἡμερῶν ἐπιμένειν καὶ διαλέγεσθαι. καὶ τὸ νῦν εἰς τὴν ἐγγυτέραν ἡμῖν Λαοδίκειαν προάξατε, καὶ μεθ᾽ ἡμέρας δύο ἢ τρεῖς, ὅσον ἐπὶ τῇ ἐμῇ προαιρέσει, καταλήψομαι ὑμᾶς. ἐπὶ δὲ τῶν πυλῶν ἐκδέξασθέ με ὑμεῖς μόνοι, διὰ τὸν θρύλλον, ἵνα οὕτως ἀψοφητὶ συνεισελθόντες ἅμα ὑμῖν ὦμεν. κᾀκεῖθεν ὁμοίως μετὰ τὸ ἐπιμεῖναι ἡμερῶν ἄλλοι ἀνθ᾽ ὑμῶν εἰς τὰ ἐπέκεινα κατ᾽ ἐφημερίας προάξωσιν, τὰς ξενίας ἑτοιμάζοντες.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
