Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.21
Not analysed yet
Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐπιστήσασα ὡς ὑπ᾽ ἐκπλήξεως ἀπέψυξεν ἡ γυνή. ὁ δὲ Πέτρος προσελθὼν καὶ ἐπισχὼν νήφειν αὐτὴν παρεκελεύσατο, ὁμολογεῖν αὐτὴν πείθων τί ποτέ ἐστιν ὅ πάσχει. ἡ δὲ ὥσπερ ἐκ μέθης τὸ λοιπὸν τοῦ σώματος παρεθεῖσα ὑπέστρεψεν ἑαυτὴν, ὑποστῆναι δυνηθῆναι τὸ μέγεθος τῆς ἐλπιζομένης χαρᾶς, καὶ τρίψασα αὑτῆς τὸ πρόσωπον· ποῦ ἔστιν, ἔφη, οὗτος ὁ νεανίας; ὁ δὲ ἤδη ὅλον συνιδὼν τὸ πρᾶγμα ἔφη· εἰπέ μοι σὺ πρῶτον, ἄλλως γὰρ τοῦτον ἰδεῖν οὐκ ἔχεις. ἡ δὲ σπεύδουσα· ἐγὼ, φησίν, εἰμὶ ἡ τοῦ νεανίσκου μήτηρ. καὶ ὁ Πέτρος ἔφη· τί τούτῳ ὄνομα; ἡ δέ φησιν, Κλήμης. καὶ ὁ Πέτρος εἶπεν· αὐτός ἐστιν, καὶ αὐτὸς ἦν ὁ πρὸ μικροῦ μοι λαλήσας, ᾧ ἀναμένειν με ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ παρεκάλει σπεύδειν ἐπὶ τὸ πλοῖον ἐλθεῖν. καὶ ὁ Πέτρος· εἴ μοι τηρεῖς τὰς συνθήκας, καὶ τοῦτο ποιήσω. ἡ δὲ ἔφη· πάντα ποιῶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς δεῖξον. δόξω γὰρ δι᾽ αὐτοῦ τὰ δύο μου τὰ ἐνταῦθα τεθνηκότα ὁρᾶν τέκνα. καὶ ὁ Πέτρος ἔφη· ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον μέχρις ἂν τῆς νήσου ἐκβῶμεν. ἡ δὲ ἔφη· οὕτως ποιήσω.