# Ὁμίλαι 12.25

Clemens Romanus, Ὁμίλαι, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/12.25

Γενομένων δὲ ἡμῶν καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστησάντων, ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησεν μήτηρ, τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο ἄρα γε, ὦ Κλήμης, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τὴν σὴν τεκοῦσαν, καθ᾽ ὅ τὴν ἀπὸ ναυφραγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ᾽ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἡ ἄνευ τοῦ φυσικῶς πείθοντος, ἡ πρὸς οἷον δή ποτε στοργή, καθ᾽ ὅ ἄνθρωπός ἐστιν. ἀλλ᾽ οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ ναυφραγίου ἀποδεξαμένην τὴν σὴν τεκοῦσαν οὔπω φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπ᾽ ἐλέου γὰρ κολακευθεῖσα ἐπέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυφραγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης, τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἄν ἠλέησεν; ὥστε οὔπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνή, ἀλλ᾽ ὑπ᾽ ἐλέου τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργεσίας κεκινημένη. πόσῳ γε μᾶλλον ἡ σὴ τεκοῦσα, βίου εὐπορήσασα καὶ ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι, φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδικήσαντας ἐλεῶσα εὐεργέτει, φιλάνθρωπος ἄν ἦν· εἰ δὲ διά τι φίλη ἢ ἐχθρὰ, καὶ διά τι ἐχθρὰ ἢ φίλη, τοιαύτη τοῦ τινος αἰτίου φίλη ἐστὶν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
