Ancient Greek
Chapter 12
Clemens Romanus, Ὁμίλαι 12.27
Not analysed yet
Κἀγὼ ἔφην· ἄρα γε καὶ ὁ Θεὸς μέλλων ποτὲ κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην· οὐκ οὖν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθ᾽ ὅ ἀνθρώπους ἠδίκησαν τιμωρῶ, φιλάνθρωπός εἰμι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τὸ εἰληφέναι τὴν ἐξουσίαν, καταδικάζων οὕς ὁ Θεὸς ἐδημιούργησε, διὰ δὲ τὴν πρόγνωσιν, ἀπταίστως ἐν τῷ κρίνειν οὕς μὲν ὡς δικαίους δικαιῶν, οὕς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς, ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρίναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοί, ἀθέμιτα κρύφα διαπρασσόμενοι, ἔνιοι δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ᾽ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες τὰς βασάνους ὑπομείναντες ὡς ἀθῷοι ἀπελύθησαν, ἑτέροι δὲ ἀθῷοι ὄντες τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι, ὡς αἴτιοι ἐκολάσθησαν.