# Ὁμίλαι 12.29

Clemens Romanus, Ὁμίλαι, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/12.29

Καὶ ὁ Πέτρος ἀπεκρίνατο, ὅτι ἀληθείας προφήτης ἔφη· Τὰ ἀγαθὰ ἐλθεῖν δεῖ, μακάριος δέ, φησί, δἰ οὗ ἔρχεται· ὁμοίως καὶ τὰ κακὰ ἀνάγκη ἐλθεῖν, οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν κακὰ ἔρχεται, καὶ διὰ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ τὸ ἴδιον, τὸ ἀγαθὸν εἶναι ἢ κακόν, καὶ ἐξ ὧν προέπραξεν, διὰ τοῦ ἐλθεῖν τὰ δεύτερα ἀγαθὰ ἢ κακά, ἅ τινα ἴδια αὐτοῦ τῆς αἱρέσεως ὄντα ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας διελθεῖν ᾠκονόμηται. ἐπὶ οὖν κρίσις αὐτὴ Θεῷ, ὥσπερ ἐπ᾽ ἀγῶνος τὸν διὰ πάσης κακουχίας διεληλυθότα καὶ ἄμεμπτον εὑρεθέντα, ἐκεῖνον ζωῆς αἰωνίου καταξιοῦσθαι. οἱ γὰρ ἐν ἀγαθοῖς ἰδίᾳ βουλῇ προκόψαντες ὑπὸ τῶν ἱδίᾳ βουλῇ ἐν κακουχίᾳ παραμεινάντων πειράζονται, διωκόμενοι, μισούμενοι, λοιδορούμενοι, ἐπιβουλευόμενοι, τυπτόμενοι, πλεονεκτούμενοι, διαβαλλόμενοι, ἀγγαρευόμενοι, ἐπηρεαζόμενοι, πάντα ἐκεῖνα πάσχοντες, δἰ ὧν εὐλόγως δοκεῖ τὸ ὀργίζεσθαι γίνεσθαι καὶ πρὸς ἄμυναν ὁρμᾶν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
