# Ὁμίλαι 12.3

Clemens Romanus, Ὁμίλαι, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/12.3

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἠναγκάσθησαν συνθέσθαι λέγοντες· οὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν, διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι. πρῶτον μέν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὤν ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας ἐξελέγης. πρὸς τούτοις δὲ ἐπὶ τὸ πολὺ ἡμερῶν δύο ἀνάγκῃ τοῦ προάγειν ἀπολιμπανόμεθά σου· καὶ αὗται μὲν πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν ὁρᾶν Πέτρον, πλὴν λογιζόμεθα, ὅτι πλεῖον λυπηθήσονται οἱ πολὺ μακρὰν προπεμπόμενοι, ὡς ἐπὶ πλεῖον ἀναμένειν σε κατὰ πόλιν κεκελευσμένοι, ἀνιώμενοι ἐν τῷ ἐπὶ πλεῖον ἐστερῆσθαι τὸ ὁρᾶν σου τὸ περιπόθητον πρόσωπον. καὶ ἡμεῖς οὐκ ἔλαττον ἐκείνων ἀθυμοῦντες ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὁμῶς ταῦτα εἰπόντες προῆξαν, ἐντολὴν ἔχοντες, ἐν τῷ πρώτῳ πανδοχείῳ προσομιλῆσαι τῷ συνοδοιποροῦντι ὄχλῳ, ὅπως σποράδην ἀλλήλων γενόμενοι εἰς τὰς πόλεις εἰσέρχωνται.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
