# Ὁμίλαι 12.30

Clemens Romanus, Ὁμίλαι, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/12.30

Ὁ δὲ διδάσκαλος εἰδὼς, ὅτι οἱ ταῦτα ἀδίκως ποιοῦντες ἐκ προτέρων ἁμαρτημάτων κατάδικοί εἰσιν, καὶ ὅτι διὰ καταδίκων τὸ τῆς κακίας πνεῦμα ταῦτα ἐνεργεῖ, τοὺς μὲν ἀνθρώπους, καθὰ ἄνθρωποί εἰσιν, καὶ δι᾽ ἁμαρτίας ὄργανα γινομένους κακίας, ἐλεεῖν συνεβούλευσεν, ὡς φιλανθρωπίαν ἀσκοῦσιν, καὶ τὸ ὅσον ἐπ᾽ αὐτοῖς ἐστιν, ἀδικουμένους καὶ ἀπολύειν τῆς καταδίκης τοὺς ἀδικοῦντας, ἵνα ὥσπερ οἱ νήφοντες τοῖς μεθύουσιν βοηθῶσιν, εὐχαῖς, νηστείαις, εὐλογίαις, μὴ ἀνθιστάμενοι, μὴ ἀμυνόμενοι, ἵνα μὴ ἐπὶ τὸ πλεῖον αὐτοὺς ἁμαρτεῖν ἀναγκάσωσιν. τοῦ γὰρ παθεῖν πάντως κεκριμένου τινί, οὐκ εὔλογον ἀγανακτεῖν ἐκείνῳ, δἰ οὗ τὸ παθεῖν γίνεται, λογισάμενον, ὅτι εἰ καὶ ἐκεῖνος οὐκ ἐκακούχησεν αὐτόν, διὰ τὸ πάντως κακουχηθῆναι μέλλειν δἰ ἑτέρου τὸ παθεῖν ἦν. τί οὖν ἀγανακτῶ τῷ διαθεμένῳ, ἐμοῦ πάντως παθεῖν κεκριμένου; ἀλλ᾽ ἔτι μὴν εἰ τὰ αὐτὰ τοῖς κακοῖς προφάσει ἀμύνης ποιῶμεν, παρὰ τὸ πρῶτοι, δεύτεροι τὸ αὐτὸ τοῖς κακοῖς οἱ ἀγαθοὶ πράσσομεν. καὶ ὡς ἔφην, οὐ χρὴ ἀγανακτεῖν, ὡς εἰδότα ὅτι Θεοῦ προνοίᾳ οἱ κακοὶ τοὺς ἀγαθοὺς τιμωροῦσιν. οἱ οὖν τοῖς τιμωροῦσιν χαλεπαίνοντες ὡς τοὺς ἀποστόλους Θεοῦ ὑβρίζοντες ἁμαρτάνουσιν, τιμῶντες δὲ καὶ τὰ ἐναντία τοῖς ἀδικεῖν νομιζομένοις διατιθέμενοι αὐτοὺς εἰς τὸν Θεὸν τὸν οὕτω βουλευσάμενον εὐσεβοῦσιν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
