# Ὁμίλαι 12.32

Clemens Romanus, Ὁμίλαι, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/12.32

Δίκαιος δέ ἐστιν ἐκεῖνος, ὁ τοῦ εὐλόγου ἕνεκα τῇ φύσει μαχόμενος. οἷον πᾶσιν πρόσεστιν ἐκ φύσεως φιλοῦντας φιλεῖν, δίκαιος πειρᾶται καὶ ἐχθροὺς ἀγαπᾶν καὶ λοιδοροῦντας εὐλογεῖν, ἔτι μὴν καὶ ὑπὲρ ἐχθρῶν εὔχεσθαι, ἀδικοῦντας ἐλεεῖν. διὸ καὶ προαδικεῖσθαι ἀπέχεται, καὶ ὁμῶς καταρωμένους εὐλογεῖ, τύπτουσιν συγχωρεῖ, διώκουσιν ὑποχωρεῖ, μὴ ἀσπαζομένους ἀσπάζεται, τοῖς οὐκ ἔχουσιν ὧν ἔχει κοινωνεῖ, ὀργιζόμενον πείθει, τὸν ἐχθρὸν διαλλάσσει, τὸν ἀπειθῆ παρακαλεῖ, τὸν ἄπιστον κατηχεῖ, τὸν πενθοῦντα παραμυθεῖται, ἐπηρεαζόμενος στέγει, ἀχαριστούμενος οὐκ ἀγανακτεῖ. εἰς δὲ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ἀποδεδωκὼς πενίαν οὐ πεφόβηται, ἀλλὰ τὰ ἑαυτοῦ μερίζων τοῖς οὐκ ἔχουσιν πένης γίνεται. ἀλλ᾽ οὐδὲ μὴν ἁμαρτάνοντα τιμωρεῖ. ὁ γὰρ τὸν πλησίον ἀγαπῶν ὡς ἑαυτόν, ὡς αὐτὸς ἁμαρτήσας οἶδεν τιμωρηθῆναι μὴ θέλειν, οὕτως οὐδὲ τοὺς ἁμαρτάνοντας τιμωρεῖ. καὶ ὡς θέλει κολακεύεσθαι καὶ εὐλογεῖσθαι καὶ τιμᾶσθαι καὶ πάντα ἁμαρτήματα αὑτῷ συγχωρεῖσθαι, τοῦτο αὐτὸς τῷ πλησίον ποιεῖ, ὡς ἑαυτὸν ἐκεῖνον ἀγαπῶν. ἐνὶ λόγῳ, ὅ θέλει ἑαυτῷ, θέλει καὶ τῷ πλησίον. οὗτος γάρ ἐστιν Θεοῦ νόμος καὶ προφητῶν, αὕτη τῆς ἀληθείας ἡ διδασκαλία. καὶ ταῦτα μὲν ἀγάπη ἡ πρὸς πάντα ἄνθρωπον τελεία τὸ ἄῤῥεν μέρος ἐστὶν οὖσα τῆς φιλανθρωπίας, τὸ δὲ ἐλεεῖν τὸ θῆλυ μέρος ἐστὶν αὐτῆς. ὅπερ ἐστὶν πεινῶντα θρέψαι καὶ ποτὸν δειψῶντι παρασχεῖν γυμνὸν ἐνδύσαι καὶ νοσοῦντα ἐπισκέψασθαι καὶ ξένον δέξασθαι, ἐν εἱρκτῇ κατὰ τὸ δυνατὸν ἐπιφαινόμενον βοηθεῖν, ἁπαξαπλῶς τὸν ἐν συμφοραῖς ἐλεῆσαι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
