# Ὁμίλαι 12.4

Clemens Romanus, Ὁμίλαι, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/12.4

Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης μεγάλως ἔχαιρον, ὅτι σὺν αὑτῷ με ἐκέλευσεν εἶναι. καὶ ἀποκριθεὶς εἶπον· εὐχαριστῶ τῷ Θεῷ, ὅτι με οὐκ ἐξαπέσταλκας, ὡς τοὺς ἑτέρους, ἐπειδὴ ὀδυνώμενος ἄν διαπεφωνήκειν. ὁ δὲ ἔφη· τί δέ; εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που μαθημάτων χάριν, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταγέντα εὐθύμως ὑποσταίης; ἢ οὐκ οἶσθα ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις, κἄν τοῖς σώμασιν ἀπολιμπάνονται; ὡς ἔνιοι συνόντες τοῖς σώμασιν ἀμνημοσύνης αἰτίᾳ ταῖς ψυχαῖς ἀποδημοῦσιν τοῖς φίλοις.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
