Ancient Greek
Chapter 13
Clemens Romanus, Ὁμίλαι 13.11
Not analysed yet
Ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἄν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν. ἡ δὲ ὤμνυεν· δύο τῶν διελθουσῶν ἡμερῶν, τῇ γυναικὶ τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη, ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην, ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρτύρησέ τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα· ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας, μᾶλλον δὲ τοῦ λοιποῦ Φαυστῖνος, ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος γελάσας ἀπεκρίνατο· ἀλλ᾽ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἥ μὴ δἰ αὐτὸ γέγονεν. καὶ ὁ Φαυστῖνος ἀπεκρίνατο· ἴσως οὖν ὁ Θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης, προῳκονόμησεν τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ, τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ Θεὸς ἴσως ᾠκονόμησεν πρὸ μιᾶς νηστεῦσαι αὐτὴν ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ.