Ancient Greek
Chapter 13
Clemens Romanus, Ὁμίλαι 13.15
Not analysed yet
Ἡ σώφρων γυνὴ τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσα τῆς αὐτοῦ πρώτης κτίσεως ἀγαθὴ ὑπόμνησις γίνεται. ὅτι εἷς ὤν ὁ Θεὸς ἑνὶ ἀνθρώπῳ μίαν ἔκτισε γυναῖκα. ἔτι δὲ μᾶλλον σώφρων μένει, ἐὰν τῆς κτίσεως μὴ λανθάνῃ, καὶ τὴν κόλασιν προβλέπῃ, καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ζημίαν μὴ ἀγνοῇ. ἡ σώφρων γυνὴ ἐπὶ τοῖς σώζεσθαι θέλουσιν ἡδομένη, παράδειγμα εὐσεβὲς τοῖς θεοσεβοῦσιν τυγχάνει· ἀγαθοῦ γὰρ βίου νόμος ἐστίν. ἡ σωφρονεῖν θέλουσα τὰς προφάσεις τῆς λοιδορίας ἐκκόπτει, ἐὰν δὲ μὴ παρέχουσα πρόφασιν λοιδορεῖται ὡς ὑπ᾽ ἐχθροῦ, ὑπὸ Θεοῦ εὐλογεῖται καὶ ἐκδικεῖται. ἡ σώφρων τὸν Θεὸν ποθεῖ, τὸν Θεὸν φιλεῖ, τὸν Θεὸν τέρπει, τὸν Θεὸν δοξάζει· ἀνθρώποις πρόφασιν πρὸς λοιδορίαν οὐ παρέχει. ἡ σώφρων γυνὴ τὴν ἐκκλησίαν ἀγαθῇ τιμῇ μυρίζει καὶ ἐπὶ σεμνότητι δοξάζει· ἔτι δὲ καὶ διδασκάλων ἔπαινός ἐστιν, καὶ συνεργὸς αὐτοῖς σωφρονοῦσι τυγχάνει.