# Ὁμίλαι 13.18

Clemens Romanus, Ὁμίλαι, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/13.18

Πολὺ δὲ κρεῖττον, εἰ χειραγωγήσας ἥξεις· ἵνα καὶ αὐτὸς σώφρων γένῃ· θελήσεις γὰρ σώφρων γενέσθαι, ἵνα γνώσῃ σεμνοῦ γάμου τὸ τέλος, καὶ οὐκ ὀκνήσεις, εἰ ἀγαπᾷς, λέγω δὴ πατὴρ γενέσθαι, ἴδια τέκνα φιλεῖν καὶ ὑπὸ ἰδίων φιλεῖσθαι τέκνων. ὁ σώφρονα γυναῖκα ἔχειν θέλων καὶ αὐτὸς σωφρονεῖ, τὴν ὀφειλομένην εὐνὴν ἀποδίδωσιν, ταύτῃ συνεστιᾶται, ταύτῃ σύνεστιν, σὺν αὐτῇ πρὸς τὸν σωφρονίζοντα ἔρχεται λόγον, οὐ λυπεῖ, οὐκ εἰκῆ μάχεται, ἑαυτὸν μισητὸν οὐ ποιεῖ, ἅ δύναται καλὰ παρέχει, ὧν μὴ ἔχει, τῇ κολακείᾳ τὸ λυποῦν ἀποπληροῖ. ἡ σώφρων γυνὴ κολακευθῆναι οὐκ ἀναμένει, κύριον τὸν ἄνδρα γνωρίζει, πενομένου τὴν πενίαν φέρει, πεινῶντι συμπεινᾷ, ἀποδημοῦντι συναποδημεῖ, λυπούμενον παραμυθεῖται , κἄν προῖκα μείζονα ἔχῃ, ὡς μηδὲν ἔχουσα ὑπόκειται. ὁ δὲ ἀνὴρ κἂν πένητα ἔχῃ γυναῖκα, μεγάλην προῖκα ἡγείσθω αὐτῆς τὴν σωφροσύνην. ἡ σώφρων γυνὴ αὐταρκείᾳ βρωμάτων καὶ ποτῶν χρῆται, ἵνα μὴ λιπανθέντος τοῦ σώματος τῷ βάρει πρὸς ἐπιθυμίας ἀνόμους κατασπάσῃ τὴν ψυχήν. ἀλλ᾽ ἔτι μὴν σὺν νέοις οὐκ ἰδιάζει, καὶ τοὺς γέροντας ὑποπτεύει, γέλωτας ἀτάκτους ἀπωθεῖται, Θεῷ μόνῳ ἑαυτὴν ἀπονέμουσα οὐ σφάλλεται, σεμνοὺς λόγους ἀκούουσα ἥδεται, τοὺς δὲ μὴ ἐπὶ σωφροσύνης λεγομένους ἀπωθεῖται.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
