# Ὁμίλαι 13.21

Clemens Romanus, Ὁμίλαι, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/13.21

Πολλῷ οὖν ἄμεινον τὰ πρωτεῖα εἶναι θλιβερά. καὶ γὰρ ὅτε πάρεστιν, ἐλπίδι τοῦ παρελθεῖν οὐ πάνυ λυπεῖ, προσδοκίᾳ τε τοῦ κρείττονος καὶ χαίρειν παρέχει. πρὸ πάντων δὲ εἰδέναι σε θέλω, πόσον τὸ σωφρονεῖν ἀρέσκει Θεῷ. ἡ σώφρων γυνὴ Θεοῦ ἐκλογὴ, Θεοῦ εὐδοκία, Θεοῦ δόξα, Θεοῦ τέκνον. τοσοῦτον ἀγαθὸν σωφροσύνη. εἰ μὴ ὅτι νόμος ἦν, μηδὲ δίκαιον ἀβάπτιστον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν, τάχα που τῶν ἐθνῶν οἱ πεπλανημένοι διὰ σωφροσύνην μόνον σωθῆναι ἐδύναντο. διὰ τοῦτο λίαν ἀθυμῶ περὶ τῶν ἐν πλάνῃ σωφρονούντων, ὅτι ἄνευ ἐλπίδος ἀγαθῆς σωφρονεῖν ἑλόμενοι πρὸς τὸ βαπτισθῆναι ὀκνηρῶς ἔχουσιν. διὸ οὐ σώζονται· ὅτι δόγμα Θεοῦ κεῖται, ἀβάπτιστον εἰς τὴν αὐτοῦ βασιλείαν μὴ εἰσελθεῖν. ταῦτα αὐτοῦ εἰπόντος καὶ τούτων πλείονα, εἰς ὕπνον ἐτράπημεν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
