Ancient Greek
Chapter 13
Clemens Romanus, Ὁμίλαι 13.4
Not analysed yet
Ὁμῶς ἐπεὶ κόρον ἔσχεν ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος ἤρξατο προσαγαγὼν λέγειν· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας θρησκείας τὴν πολιτείαν. ἡμεῖς ἕνα Θεὸν σέβομεν, τὸν πεποιηκότα ὃν ὁρᾷς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις, αὐτὸν σέβειν μόνον καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς, καὶ σωφρονεῖν, βιοῦν τε ἡδέως. πρὸς τούτοις δὲ ἀδιαφόρως μὴ βιοῦντες τραπέζης ἐθνῶν οὐκ ἀπολαύομεν, ἅτε δὴ οὐδε συνεστιᾶσθαι αὐτοῖς δυνάμενοι, διὰ τὸ ἀκαθάρτως αὐτοὺς βιοῦν. πλὴν ὁπόταν αὐτοὺς πείσωμεν τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, βαπτίσαντες αὐτοὺς τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε αὐτοῖς συναλιζόμεθα. ἐπεὶ οὐδ’ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ τολμᾶν δυνάμεθα. θρησκείᾳ γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, μέχρις ἂν τὰ αὐτὰ φρονῇς καὶ ποιῆς.