# Ὁμίλαι 13.5

Clemens Romanus, Ὁμίλαι, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/13.5

Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥ τις πρὸ τοῦ σε ἰδεῖν τοὺς λεγομένους θεοὺς ἀπεστράφην, λογισμῷ τούτῳ, ὅτι πολλὰ σχεδὸν καθ᾽ ἡμέραν θυούσῃ αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι περὶ δὲ μοιχείας τι δεῖ καὶ λέγειν; ὁπότε οὐδ’ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδ’ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται, ἀντιποιουμένην μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἕνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ᾽ οὐδ᾽ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα, ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἐμαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακεχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχήν, τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παρακαλέσομαι γὰρ περὶ αὐτῶν ὅτι ἐν θαλάσσῃ διεφώνησαν, ἀλλ᾽ οὐχ ὅτι πρὸς τούτοις ἐκτὸς τειχῶν θρησκείας Θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύμβιος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τὴν τῶν υἱῶν ζήτησιν ἐκβάς, τοσούτοις ἔτεσιν ἀφανής ἐστιν· πάντως δὲ ἐτελεύτησεν. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφώνησεν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
