# Ὁμίλαι 13.7

Clemens Romanus, Ὁμίλαι, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/13.7

Καὶ ὁ Νικήτης, τοῦ λοιποῦ Φαυστῖνος, ἤρξατο λέγειν. τῆς αὐτῆς ἐκείνης νυκτὸς τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου, ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλαντο, καὶ ἐν σκάφῃ θέντες καὶ κώπαις ἐλαύνοντες ὁτὲ μὲν παρὰ γῆν ἔφερον, ὁτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν· κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ, φόβῳ τε καὶ πληγαῖς, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι δὲ καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες, πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰοῦστα, ὠνησαμένη ἡμᾶς εἰς τέκνων ἐφύλαττεν τόπον, καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ ἐφ᾽ ἡλικίας ἔμφρονες γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν, καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
