# Ὁμίλαι 14.4

Clemens Romanus, Ὁμίλαι, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/14.4

Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦτο οὕτως ἔχον πεπληροφόρησαι, σεαυτῷ ἐναντία νοῶν συμβουλεύεις. εἰ μὲν παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς, συμβουλεύων γενέσθαι ὅ γενέσθαι ἀδύνατόν ἐστιν; ἀλλ᾽ ἔτι μὴν εἰ γένεσις ὑφέστηκεν, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν καὶ τῶν ἄστρων δεσπότην, οὗ θέλοντος καὶ μὴ γενέσθαι τι, γενέσθαι δυνατόν. αἰεὶ γὰρ τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχει. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν, γενέσεως ἐπικρατούσης, περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ τι γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται, τῇ καθόλου αὐτῶν ὑποκείμενοι γενέσει. εἰ γένεσις ἔστιν, ἀντίκειται τὸ μὴ πρῶτον ἄρχειν, ἢ ὑποκεῖσθαι οὐ δύναται, τὸ ἀγένητον ὡς ἀγένητον ἑαυτοῦ πρεσβύτερον μηδὲν ἔχον.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
