Ancient Greek
Chapter 14
Clemens Romanus, Ὁμίλαι 14.5
Not analysed yet
Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν, πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων Θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν, λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος, ὧν δέ εἰμι, ὑφηγήσομαι. ἐπειδὴ γένεσιν ἀπ᾽ αὐτῆς τῆς κατὰ τὴν γένεσιν ἐπιστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι, ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα, καὶ ἕκαστος πρὸς ἃ πράττει, τιμῆς ἢ κολάσεως τεύξεται, εἴτε νῦν εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἔστιν αὕτη. τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ κυλλὴν ἔχει τὴν χεῖρα, ἢ χωλὸν τὸν πόδα, ἢ ἕτερόν τι περὶ σῶμα, ὃ ὑποστροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει, καὶ παντὸς ἰατικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν· ὃν οὐδὲ ἀστρολόγοι ἰᾶσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν· ἐγὼ δὲ Θεοῦ δεηθεὶς τὴν ἴασιν παρασχῶ, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτο οὐδέποτε λαβεῖν ἠδυνήθη. τούτου οὕτως γενομένου οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα Θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο βλασφημεῖν γάρ ἐστιν τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην· καὶ πάνυ. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποιεῖν ὑπὸ Θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται, τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις.