# Ὁμίλαι 14.7

Clemens Romanus, Ὁμίλαι, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/14.7

Κἀγὼ ἀπεκρινάμην· πῶς γινώσκεις ὅτι ἡ φυγοῦσα ἐν ἀλλοδαπῇ γενομένη τὸν δοῦλον ἔγημεν, καὶ γήμασα ἐτελεύτησεν; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐχ ὅτι ἔγημεν , ὁπότε οὐδ’ ὅτι ἤρα ἐγίνωσκον, ἀλλὰ μετὰ τὴν αὐτῆς ἀπαλλαγὴν ὁ ἀδελφὸς ὁ τοῦ ἀνδρὸς αὐτῆς ἐμοὶ διηγήσατο πάντα τὰ κατὰ τὸν αὐτῆς ἔρωτα, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ ὁ ἀδελφὸς, οὐκ ἐβουλήθη μιᾶναι κοίτην, καὶ πῶς βουλομένη καὶ αἰδουμένη αὐτὸν καὶ τὸν ψόγον ἡ κλαινα (οὐκ ἔστιν γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα ποιεῖν καὶ πάσχειν ἠναγκάζετο) ὄνειρον εἴτε ἀληθῆ εἴτε ψευδῆ ἐπλάσατο οὐκ ἔχω λέγειν· ἔλεγεν γὰρ αὐτὴν εἰρηκέναι, ὡς ὅτι ἐν ὁράματι ἐπιστάς τις ἐκέλευσέν μοι ἅμα τέκνοις ἐξαυτῆς τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. ὁ δὲ ἀνὴρ σώζεσθαι αὐτὴν σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα αὐτοὺς παιδευθησομένους εἰς τὰς Ἀθήνας ἐξέπεμψεν σὺν τῇ μητρὶ καὶ δούλοις, τρίτον δὲ νεώτερον υἱὸν ἔχων ἔσχεν παρ᾽ αὑτῷ, ὡς δὴ τοῦ χρηματίσαντος κατ᾽ ὄναρ συνεῖναι αὐτὸν αὐτῷ ἐπιτρέψαντος. πολλοῦ δὲ χρόνου διελθόντος οὐκ ἔλαβεν γράμματα παρ᾽ αὐτῆς. αὐτὸς πολλάκις πέμψας εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτερον ὄντα, ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμον προθύμως, μεμνημένος ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν, ὑπὲρ αὐτοῦ με τοὺς φίλους ἀγαπῶν καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας μέρη ἐγενόμεθα, εἰς Σελεύκειαν παρεβάλομεν, καὶ οὕτως ἐκβάντων ἡμῶν τοῦ πλοίου μετ᾽ οὐ πολλὰς ἡμέρας ἀθυμῶν ἐτελεύτησεν. ἐγὼ δὲ ἐνταῦθα ἐλθών, ἑαυτὸν ἀποδοὺς τὰς διὰ τῶν χειρῶν ἔκτοτε μέχρι τοῦ δεῦρο πορίζω τροφάς.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
