# Ὁμίλαι 15.5

Clemens Romanus, Ὁμίλαι, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/15.5

Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νομίζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπὸ σοῦ κηρυσσομένῃ ἀληθείᾳ, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παῤ ὅ οἱ ἀρχαῖοι παρῄνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὁμῶς ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὅς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἑτέραν, καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον προςδιδόναι καὶ τὸ μαφόριον, ἀγγαρεύοντι δὲ μίλιον συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
