# Ὁμίλαι 15.6

Clemens Romanus, Ὁμίλαι, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/15.6

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ᾽ ἐνόμισας ἄδικον ὅ τι δικαιότατόν ἐστιν. εἴ σοι φίλον ἐστίν, ἄκουσον. καὶ ὁ πατὴρ ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλων, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται μὴν ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δὲ, εἰ καὶ ἴδιόν τινος αὐτὸς οὗτος ἀφέληται, ἢ καὶ ἄλλο τι, ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν, ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις , οὐ δοκεῖ σοι ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἔφη· φαίνεται. καὶ ὁ Πέτρος· τί δὲ, οὐ χρὴ τὸν ἐν ἑτέρου βασιλείᾳ ὄντα, καὶ ταῦτα πονηροῦ τινος ἐχθροῦ, τοῦ ζῆν χάριν πάντας κολακεύειν, καὶ ἀγγαρεύουσιν ἐπὶ πλεῖον ὑπείκειν, μὴ προσαγορεύοντας προσαγορεύειν, ἐχθροὺς διαλλάσσειν, ὀργιζομένοις μὴ φιλονεικεῖν, τὰ ἑαυτοῦ ἀδεῶς παντὶ αἰτοῦντι παρέχειν, καὶ ὅσα τοιαῦτα; καὶ ὁ πατήρ πάντα μᾶλλον εὐλόγως ὑποσταίη, εἴπερ τούτων τὸ ζῆν προκρίνει.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
