# Ὁμίλαι 15.8

Clemens Romanus, Ὁμίλαι, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/15.8

Εἰ μὲν οὖν τὸν ἀκριβῆ τοῦ πράγματος λόγον ἀκοῦσαι θέλῃς, οὕς μικρῷ τάχιον εἴρηκας ἀδικεῖσθαι, αὐτοὶ μᾶλλον ἀδικοῦσιν. ὅτι αὐτοὶ μὲν οἱ τὰ ἐσόμενα ἑλόμενοι ἐν τοῖς παροῦσιν σύνεισιν τοῖς κακοῖς, κατὰ πολλὰ τῶν ἴσων αὐτοῖς ἀπολαύοντες, αὐτοῦ τε τοῦ ζῆν, τοῦ φωτὸς, τοῦ ἄρτου, τοῦ ὕδατος, τοῦ ἱματίου καὶ ἄλλων τοιούτων τινῶν. οἱ δὲ ἀδικεῖν ὑπὸ σοῦ νομισθέντες τοῖς ἐσομένοις ἀγαθοῖς ἀνδράσιν οὐδὲν συνυπάρχουσιν. καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με ὅτε πέπεικας ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς τὰ ἐσόμενα ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἅ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον, διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, εἴτε μικρὰ εἴη, εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὴ οὐδ᾽ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης, καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, Θεὸς ἀναίτιος.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
