Ancient Greek
Chapter 15
Clemens Romanus, Ὁμίλαι 15.9
Not analysed yet
Ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντά εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι τὰ ἐσόμενα, ἅ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα εἴτε βρώματα εἴτε ποτὰ εἴτε ἄλλα τινά, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει, καθὼς δύο διεῖλες ὅρους τῶν δύο βασιλέων, τὰ ἐφ᾽ ἑκάστῳ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ὄντων αἱρεῖσθαι ὅ βούλεται. τί δὲ παντάπασιν εἰ δικαίως πάσχομεν; καὶ ὁ Πέτρος· δικαιότατα. ἐπεὶ γὰρ ὁ τῶν σωζομένων ὅρος ἐστὶν, ὡς ἔφην, τὸ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, καὶ τὰ ἄλλως ἁμαρτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης Θεοῦ φιλανθρωπίας ἐπάγεται τὰ πάθη τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ τοσῶς φιλόθεον προσκαίροις τιμωρίαις ἀωνίων σωθῶσιν κολάσεων.