Ancient Greek
Chapter 16
Clemens Romanus, Ὁμίλαι 16.10
Not analysed yet
Καὶ ὁ Πέτρος ἔφη· οὐ πλανῶσιν, ἀλλ᾽ ἐλέγχουσιν, καὶ εἰς φανερὸν ἄγουσιν τὴν ἐν ἑκάστῳ κατὰ τοῦ Θεοῦ ἐνδομυχοῦσαν ὥσπερ ὄφεως κακὴν προαίρεσιν. πολλοῖς γὰρ καὶ διαφόροις τύποις ἐοικυῖαι πρόκεινται. ἕκαστος οὖν κηρῷ ἐοικυῖαν τὴν αὑτοῦ προαίρεσιν ἔχων, περιβλεψάμενος αὐτὰς καὶ πάντα εὑρὼν ἐν αὐταῖς, ὁποῖον Θεὸν εἶναι λέγει, τὴν ὡς ἔφην κηρῷ ἐοικυῖαν προαίρεσιν ἐπιβαλὼν ἀπομάσσεται. ἐπεὶ οὖν ὅ τι ἄν βούλεταί τις περὶ Θεοῦ φρονεῖν, ἐν αὐταῖς εὑρίσκει, τούτου χάριν ὁ μὲν πολλῶν θεῶν εἰδέας ἀπομάσσεται ἀπ᾽ αὐτῶν, καὶ ἡμεῖς τὴν τοῦ ὄντος ἀπεμαξάμεθα εἰδέαν, ἐκ τῆς ἡμετέρας μορφῆς τὸν ἀληθῆ ἐπιγνόντες τύπον. ἀλλὰ καὶ ἡ ἔνδοθεν ἡμῶν ψυχὴ τὴν αὐτοῦ εἰκόνα πρὸς ἀθανασίαν ἠμφίεσται. ταύτης τὸν γεννήτορα ἐὰν καταλίπω, δικαίᾳ κρίσει καὶ αὐτή με καταλιπεῖν ἔχει, αὐτῷ τολμήματι γνωρίσασα ἄδικον, καὶ ὡς ἀπὸ δικαίου δικαίως καταλείψει με καὶ οὕτως τὴν ψυχὴν μετὰ κόλασιν, τῆς ἀπ᾽ αὐτῆς ἀπολειφθεὶς βοηθείας, φθαρήσομαι· εἰ δὲ ἔστιν ἕτερος, πρῶτον ἐνδυσάτω ἑτέραν εἰδέαν, ἑτέραν μορφήν, διὰ τῆς τοῦ σώματος καινῆς μορφῆς τὸν καινὸν ἐπιγνῶν Θεόν. εἰ δὲ καὶ τὴν μορφὴν ἀλλάξῃ, μή τι καὶ τῆς ψηχῆς τὴν οὐσίαν; εἰ δὲ καὶ ἀλλάξῃ, οὐκ ἔτι ἐγώ εἰμι, ἄλλος γενόμενος καὶ μορφῇ καὶ οὐσίᾳ. ἄλλους οὖν πλαττέτω, εἰ ἄλλος ἐστίν. οὐκ ἔστιν δέ. εἰ δὲ ἦν, ἔπλασεν ἄν. ἐπεὶ οὖν οὐκ ἔπλασεν, ὡς οὐκ ὢν τὸν ὄντα τῷ ὄντι καταλιπέτω. οὐδεὶς γάρ ἐστιν, ἢ μόνῃ γνώμῃ Σίμωνος. ἐγὼ ἄλλον Θεὸν οὐ παραδέχομαι, πλὴν τὸν κτίσαντά με μόνον.