# Ὁμίλαι 16.13

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.13

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἴτε αἱ γραφαὶ εἴτε πρὸφήται θεοὺς λέγουσιν, εἰς πειρασμὸν τῶν ἀκουόντων λέγουσιν. οὕτω γὰρ γέγραπται· ἐὰν ἀναστῇ ἐν σοὶ προφήτης, διδούς σοι σημεῖα καὶ τέρατα, καὶ ἔλθῃ τότε σημεῖον ἐκεῖνο καὶ τὸ τέρας, ἐρεῖ δέ σοι, πορευθέντες λατρεύσωμεν θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου· ἐν πρώτοις ἔστωσαν αἱ χεῖρές σου λιθοβολῆσαι αὐτόν. ἐπείρασεν γάρ σε ἀποστῆναι ἀπὸ κυρίου τοῦ Θεοῦ σου. ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· πῶς ἐποίησεν τὸ σημεῖον ἐκεῖνο ἢ τὸ τέρας, γινώσκων γνώσῃ, ὅτι ὁ πειράζων ἐπείραζεν, εἰδέναι, εἰ φοβῇ κύριον τὸν Θεόν σου. ὅτι δὲ ὁ πειράζων ἐπείραζεν, εἴρητο, ἑτέρως δὲ μετὰ τὴν εἰς Βαβυλῶνα μετοικεσίαν φαίνεται. οὐ γὰρ ἄν ὁ τὰ πάντα γινώσκων Θεὸς, ὡς ἐκ πολλῶν ἔστιν δεῖξαι, ἐπείρασεν, ἵνα γνῷ αὐτὸς, ὁ τὰ πάντα προγινώσκων. εἰ δὲ βούλῃ, περὶ τούτου λόγον ποιησώμεθα, καὶ δείξω προγινώσκοντα τὸν Θεόν. τὸ δὲ ἀγνοεῖν αὐτὸν ψεῦσμα ὄν, καὶ τοῦτο πρὸς πειρασμὸν γραφὲν ἀποδέδεικται. οὕτως ἡμεῖς, ὦ Σίμων , οὔτε ἀπὸ γραφῶν οὔτε ὑφ᾽ ἑτέρου τινὸς σκανδαλισθῆναι δυνάμεθα· οὔτε πολλοὺς θεοὺς ἀποδέξασθαι ἀπατώμεθα, οὐδὲ λόγῳ τινὶ κατὰ τοῦ Θεοῦ λεγομένῳ συντιθέμεθα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
