# Ὁμίλαι 16.14

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.14

Ἴσμεν γὰρ καὶ αὐτοὶ ἀπὸ τῶν γραφῶν ἀγγέλους θεοὺς λεχθέντας, λέγω δὲ ὡς ὁ ἐπὶ τῆς βάτου λαλήσας, καὶ τῷ Ἰακὼβ παλαίσας· ἀλλὰ καὶ τὸν γεννώμενον Ἐμμανουήλ καὶ τὸν λεγόμενον Θεὸν ἰσχυρόν. ἀλλὰ μὴν καὶ Μωυσῆς θεὸς Φαραὼ ἐγενήθη, τῷ δὲ ὄντι ἄνθρωπος ἦν. ἔτι δὲ καὶ τὰ εἴδωλα τῶν ἐθνῶν. ἡμῖν δὲ εἶς Θεὸς, εἷς ὁ τὰς κτίσεις πεποιηκὼς καὶ διακοσμήσας τὰ πάντα· οὗ καὶ ὁ Χριστὸς υἱός, ᾧ πειθόμενοι ἀπὸ τῶν γραφῶν τὰ ψευδῆ ἐπιγινώσκομεν. ἔτι δὲ καὶ ἐκ πατέρων ἐφοδιαζόμενοι τῶν γραφῶν τὰ ἀληθῆ ἕνα μόνον οἴδαμεν τὸν πεποιηκότα τούς τε οὐρανοὺς καὶ τὴν γῆν, Θεὸν Ἰουδαίων καὶ πάντων τῶν σέβειν αὐτὸν αἱρουμένων. τοῦτον καὶ θεοφιλεῖ λογισμῷ ἀληθὲς ὃν δογματίσαντες οἱ πατέρες παρέδωσαν ἡμῖν, ἵνα εἰδῶμεν, ὅτι εἴ τι κατὰ τοῦ Θεοῦ λέγεται, ψεῦδός ἐστιν. ἀλλὰ καὶ ὑπερβαλλόντως τι ἐρῶ· εἰ τοῦτο οὕτως ὡς ἔφην οὐκ ἔχει, ἐμοὶ γένοιτο καὶ τοῖς ἀληθὲς ἀγαπῶσιν, περὶ εὐφημίας τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ κινδυνεύειν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
