# Ὁμίλαι 16.16

Clemens Romanus, Ὁμίλαι, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/16.16

Πρὸς τούτοις δὲ, τοῦ πατρὸς τὸ μὴ γεγεννῆσθαί ἐστιν, υἱοῦ δὲ τὸ γεγεννῆσθαι· γεννητὸν δὲ ἀγεννήτῳ ἢ καὶ αὐτογεννήτῳ οὐ συγκρίνεται. καὶ ὁ Σίμων ἔφη· εἰ καὶ τῇ γενέσει οὐ ταυτόν ἐστιν; καὶ ὁ Πέτρος ἔφη· ὁ μὴ κατὰ πάντα τὸ αὐτὸ ὤν τινι τὰς αὐτὰς αὐτῷ πάσας ἔχειν προσωνυμίας οὐ δύναται. καὶ ὁ Σίμων· τοῦτο λέγειν ἐστὶν οὐκ ἀποδεικνύειν. καὶ ὁ Πέτρος· διὰ τί οὐ νοεῖς, ὅτι ὁ μὲν αὐτογέννητον τυγχάνει ἤ καὶ ἀγέννητον, τὸ δὲ γεννητὸν ὄν τὸ αὐτὸ λέγεσθαι οὐ δύναται, οὐδ᾽ ἂν τῆς αὐτῆς οὐσίας ὁ γεγεννημένος τὸ γεγεννηκότι. ἀλλὰ καὶ τοῦτο μάθε· τὰ ἀνθρώπων σώματα ψυχὰς ἔχει ἀθανάτους, τὴν τοῦ Θεοῦ πνοὴν ἠμφιεσμένας, καὶ ἐκ τοῦ Θεοῦ προελθοῦσαι τῆς μὲν αὐτῆς οὐσίας εἰσὶ, θεοὶ δὲ οὐκ εἰσίν. εἰ δὲ θεοί εἰσι, τούτῳ τῷ λόγῳ πάντων ἀνθρώπων, τῶν τε ἀποθανόντων καὶ ζώντων καὶ γεννηθησομένων αἱ ψυχαὶ τυγχάνουσιν. εἰ δὲ προσφιλονεικῶν μοι ἐρεῖς, καὶ αὐτὰς θεοὺς εἶναι, καὶ τί τοῦτο ἔτι μέγα καὶ Χριστῷ, τῷ Θεῷ λέγεσθαι; τοῦτο γὰρ ἔχει, ὅ καὶ πάντες ἔχουσιν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
