Ancient Greek
Chapter 16
Clemens Romanus, Ὁμίλαι 16.17
Not analysed yet
Ἡμεὶς Θεὸν λέγομεν ,οὐ ἐστιν τὸ ἴδιον ἄλλῳ προςεῖναι μὴ δυνάμενον. ὥσπερ γὰρ ἄπειρος ὤν πανταχόθεν διὰ τοῦτο λέγεται ἀπέραντος, καὶ ἀνάγκη πᾶσα, ἑτέρου μὴ δυναμένου ὡς αὐτὸς ἀπείρῳ εἶναι, τὸ καλεῖσθαι ἀπέραντος, (εἰ δέ τις λέγει δυνατὸν εἶναι ψεύδεται· δύο γὰρ πανταχόθεν ἄπειρα συνυπάρχειν οὐ δύνανται· περαιοῦται γὰρ τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου), οὕτως φύσις ἐστὶν, ἕν εἶναι τὸ ἀγέννητον. εἰ δὲ ἐν σχήματί ἐστιν, καὶ οὕτως ἕν ἐστιν τὸ ἀσύγκριτον. διὰ τοῦτο καὶ ὕψιστος λέγεται, ὅτι πάντων ἀνώτερος ὤν τὰ πάντα αὐτῷ ὑποκείμενα ἔχει.